TLG 2219 003 :: AMELESAGORAS :: Fragmenta

AMELESAGORAS Hist.
(Atheniensis: 4–3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 22.

Frr. 1–3

Citation: Fragment — (line)

t1-3

ΑΤΘΙΣ.

1

Antigonus Hist. Mir. c. 12: Ἀμελησαγόρας δὲ ὁ Ἀθηναῖος ὁ τὴν Ἀτθίδα συγγεγραφὼς οὔ φησι κορώνην προσίπτασθαι πρὸς τὴν ἀκρόπολιν, οὐδ’ ἔχοι ἂν εἰπεῖν ἑωρακὼς οὐδείς. Ἀποδίδωσι δὲ τὴν αἰτίαν μυθικῶς·
5φησὶ γὰρ Ἡφαίστῳ δοθείσης τῆς Ἀθηνᾶς συγκατα‐ κλιθεῖσαν αὐτὴν ἀφανισθῆναι, τὸν δὲ Ἥφαιστον εἰς γῆν πεσόντα προΐεσθαι τὸ σπέρμα, τὴν δὲ γῆν ὕστερον αὐτῷ ἀναδοῦναι Ἐριχθόνιον, ὃν τρέφειν τὴν Ἀθηνᾶν καὶ εἰς κίστην καθεῖρξαι καὶ παραθέσθαι ταῖς Κέκροπος παισὶν,
10Ἀγραύλῳ καὶ Πανδρόσῳ καὶ Ἕρσῃ, καὶ ἐπιτάξαι μὴ ἀνοίγειν τὴν κίστην, ἕως ἂν αὐτὴ ἔλθῃ. Ἀφικομένην δὲ εἰς Πελλήνην φέρειν ὄρος, ἵνα ἔρυμα πρὸ τῆς ἀκροπό‐ λεως ποιήσῃ· τὰς δὲ Κέκροπος θυγατέρας τὰς δύο, Ἄγραυλον καὶ Πάνδροσον, τὴν κίστην ἀνοῖξαι καὶ ἰδεῖν
15δράκοντας δύο περὶ τὸν Ἐριχθόνιον· τῇ δὲ Ἀθηνᾷ φε‐ ρούσῃ τὸ ὄρος, ὃ νῦν καλεῖται Λυκαβηττὸς, κορώνην φησὶν ἀπαντῆσαι καὶ εἰπεῖν ὅτι Ἐριχθόνιος ἐν φανερῷ, τὴν δὲ ἀκούσασαν ῥῖψαι τὸ ὄρος ὅπου νῦν ἐστι, τῇ δὲ κορώνῃ διὰ τὴν κακαγγελίαν εἰπεῖν, ὡς εἰς ἀκρόπολιν
20οὐ θέμις αὐτῇ ἔσται ἀφικέσθαι.

2

Apollodor. III, 12, 3, 12: Aesculapius resusci‐ tavit Γλαῦκον τὸν Μίνωος, ὡς Μελησαγόρας λέγει.

3

Hesych. [π’ Εὐρυγύῃ ἀγών] Μελησαγόρας τὸν Ἀνδρόγεων Εὐρυγύην εἰρῆσθαί φησι τὸν Μίνωος, ἐφ’ ᾧ τὸν ἀγῶνα τίθεσθαι ἐπιτάφιον Ἀθήνησιν ἐν τῷ Κερα‐
μεικῷ. Καὶ Ἡσίοδος·22